Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.94 Joseph. AJ 2.99 (English) >>Joseph. AJ 2.104

2.97 δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδʼ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων. 2.98τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν· οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας. 2.99ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτʼ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους. 2.100

Οἱ δʼ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν· 2.101ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.94 Joseph. AJ 2.99 (English) >>Joseph. AJ 2.104

Powered by PhiloLogic